Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.113.2 | Hdt. 4.114.3 (English) | >>Hdt. 4.116.1 |
4.114.1 μετὰ δὲ συμμίξαντες τὰ στρατόπεδα οἴκεον ὁμοῦ , γυναῖκα ἔχων ἕκαστος ταύτην τῇ τὸ πρῶτον συνεμίχθη . τὴν δὲ φωνὴν τὴν μὲν τῶν γυναικῶν οἱ ἄνδρες οὐκ ἐδυνέατο μαθεῖν , τὴν δὲ τῶν ἀνδρῶν αἱ γυναῖκες συνέλαβον .
4.114.2 ἐπεὶ δὲ συνῆκαν ἀλλήλων , ἔλεξαν πρὸς τὰς Ἀμαζόνας τάδε οἱ ἄνδρες · “ἡμῖν εἰσὶ μὲν τοκέες , εἰσὶ δὲ κτήσιες · νῦν ὦν μηκέτι πλεῦνα χρόνον ζόην τοιήνδε ἔχωμεν , ἀλλʼ ἀπελθόντες ἐς τὸ πλῆθος διαιτώμεθα . γυναῖκας δὲ ἕξομεν ὑμέας καὶ οὐδαμὰς ἄλλας .” αἱ δὲ πρὸς ταῦτα ἔλεξαν τάδε ·
4.114.3 “ἡμεῖς οὐκ ἂν δυναίμεθα οἰκέειν μετὰ τῶν ὑμετερέων γυναικῶν · οὐ γὰρ τὰ αὐτὰ νόμαια ἡμῖν τε κἀκείνῃσί ἐστι . ἡμεῖς μὲν τοξεύομέν τε καὶ ἀκοντίζομεν καὶ ἱππαζόμεθα , ἔργα δὲ γυναικήια οὐκ ἐμάθομεν · αἱ δὲ ὑμέτεραι γυναῖκες τούτων μὲν οὐδὲν τῶν ἡμεῖς κατελέξαμεν ποιεῦσι , ἔργα δὲ γυναικήια ἐργάζονται μένουσαι ἐν τῇσι ἁμάξῃσι , οὔτʼ ἐπὶ θήρην ἰοῦσαι οὔτε ἄλλῃ οὐδαμῇ .
4.114.4 οὐκ ἂν ὦν δυναίμεθα ἐκείνῃσι συμφέρεσθαι . ἀλλʼ εἰ βούλεσθε γυναῖκας ἔχειν ἡμέας καὶ δοκέειν εἶναι δίκαιοι , ἐλθόντες παρὰ τοὺς τοκέας ἀπολάχετε τῶν κτημάτων τὸ μέρος , καὶ ἔπειτα ἐλθόντες οἰκέωμεν ἐπὶ ἡμέων αὐτῶν .” ἐπείθοντο καὶ ἐποίησαν ταῦτα οἱ νεηνίσκοι .
ch. 115
4.115.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.113.2 | Hdt. 4.114.3 (English) | >>Hdt. 4.116.1 |